Ἁγνὴ Παρθένε Δέσποινα

Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Παρθένε Μήτηρ Ἄνασσα, πανένδροσέ τε πόκε.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαρὰ παρθενικῶν χορῶν, Ἀγγέλων ὑπερτέρα.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Τῶν οὐρανίων στρατιῶν πασῶν ἁγιωτέρα.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Μαρία ἀειπάρθενε, Κόσμου παντὸς Κυρία,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Μαρία Νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Κόρη σεμνή, βασίλισσα, Μήτηρ ὑπεραγία.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαῖρε τὸ ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Θερμῶς ἐπικαλοῦμαι σε, Ναὲ ἡγιασμένε.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Ἀντιλαβοῦ μου, ρῦσαί με, ἀπὸ τοῦ πολεμίου,

Χαῖρε Νύμφη ἀνύμφευτε.

Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου.

Χαῖρε Νύμφη ἀνύμφευτε.

Σύνθεσις τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως, τοῦ Θαυματουργοῦ (1846-1920), ἐκ τοῦ «Θεοτοκαρίου» αὐτοῦ — μιᾶς συλλογῆς ποιητικῶν ὕμνων πρὸς τὴν Παναγία ποὺ συνέγραψε στὰ τέλη τοῦ 19ου αἰῶνα ὅταν ὑπηρετοῦσε ὡς διευθυντὴς τῆς Ριζαρείου Σχολῆς στὴν Ἀθήνα.

Ἀποτελεῖται ἀπὸ εἴκοσι τέσσερις στροφές μὲ τὴν ἐπωδὸ «Χαῖρε Νύμφη ἀνύμφευτε» — ἐπωδὸ ποὺ συνοψίζει ὅλη τὴν παραδοσιακὴ θεοτοκολογία. Ἡ διαδεδομένη σήμερα μελωδία προέρχεται ἀπὸ τὴν Ἱερὰ Μονὴ Σίμωνος Πέτρας τοῦ Ἁγίου Ὄρους καὶ ἔγινε ἀμέσως δημοφιλέστατη ἀπὸ τὶς δεκαετίες τοῦ 1980-1990.

Ψάλλεται κυρίως ἐκτὸς ἀκολουθιῶν: μετὰ τὴ Θεία Λειτουργία, σὲ παννυχίδες, σὲ ἰδιωτικὴ προσευχή, στοὺς προσκυνηματικοὺς ναούς. Παραμένει σὲ μικρὲς λαϊκὲς συγκεντρώσεις τὸ ἐναρκτήριο σύμβολο εὐσεβείας πρὸς τὴν Παναγία.

Πηγή: Σύνθεσις τοῦ Ἁγίου Νεκταρίου Ἐπισκόπου Πενταπόλεως, τοῦ Θαυματουργοῦ (1846-1920). Ἐκ τοῦ «Θεοτοκαρίου» αὐτοῦ. Public domain.