Ἀναστάσεως ἡμέρα — Ὠδὴ Α' τοῦ Πασχαλίου Κανόνος
Ὠδὴ Α’ — Ἦχος α’.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί,
Πάσχα Κυρίου, Πάσχα·
ἐκ γὰρ θανάτου πρὸς ζωήν,
καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν,
ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα,
τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα,
καὶ «Χαίρετε» φάσκοντα τρανῶς ἀκουσόμεθα,
ἐπινίκιον ᾄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,
γῆ δὲ ἀγαλλιάσθω,
ἑορταζέτω δὲ Κόσμος,
ὁρατός τε ἅπας καὶ ἀόρατος·
Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Πρόκειται γιὰ τὴν πρώτη ὠδὴ τοῦ Πασχαλίου Κανόνος ποὺ συνέθεσε ὁ Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός. Ἀνοίγει ὁλόκληρο τὸ Πάσχα: ἀνακηρύσσει τὴν ἡμέρα τῆς Ἀναστάσεως ὡς διάβασιν —Πάσχα ἀκριβῶς σημαίνει διάβασις— ἀπὸ τὸν θάνατο στὴ ζωή, ἀπὸ τὴ γῆ στὸν οὐρανό. Ψάλλεται μὲ θριαμβικὸ ἦχο α’ καὶ κορυφώνεται μὲ τὴν κοσμικὴ πρόσκληση τῆς τρίτης στροφῆς: ὅλη ἡ κτίσις, ὁρατὴ καὶ ἀόρατη, καλεῖται νὰ συνεορτάσει.
Δεῖτε καὶ τὸ Ἀπολυτίκιο τοῦ Πάσχα καθὼς καὶ τὰ Τροπάρια τοῦ Πάσχα.