Τροπάρια τοῦ Πάσχα

Δεῦτε λάβετε φῶς

Τὸ τροπάριο τῆς Πασχαλίου ἀφῆς· ψάλλεται ὅταν ὁ Ἱερεὺς ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος μὲ τὴν ἀναμμένη λαμπάδα γιὰ νὰ μεταδώσει τὸ φῶς στὸν λαό.

Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός,

καὶ δοξάσατε Χριστόν, τὸν Ἀναστάντα ἐκ νεκρῶν.

Ἀναστάσεως ἡμέρα — Καὶ τοῖς μισοῦσιν ἡμᾶς

Σπαρακτικὸ Πασχάλιο τροπάριο: μᾶς προστάζει νὰ συγχωρήσουμε καὶ τοὺς ἐχθρούς μας πρὶν ψάλουμε «Χριστὸς Ἀνέστη».

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,

καὶ ἀλλήλους περιπτυξώμεθα.

Εἴπωμεν, ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·

Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,

καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Πάσχα ἱερὸν

Δοξαστικὴ συσσώρευση δέκα προσδιορισμῶν τοῦ ἑνὸς Πάσχα — ἀνώτατο σημεῖο τῆς Πασχαλίου ὑμνογραφίας.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται·

Πάσχα καινόν, Ἅγιον·

Πάσχα μυστικόν·

Πάσχα πανσεβάσμιον·

Πάσχα Χριστὸς ὁ λυτρωτής·

Πάσχα ἄμωμον·

Πάσχα μέγα·

Πάσχα τῶν πιστῶν·

Πάσχα τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν·

Πάσχα πάντας ἁγιάζον πιστούς.

Σήμερον σωτηρία τῷ κόσμῳ

Πασχάλιον δοξαστικὸν τοῦ Ὄρθρου· ἦχος β’.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν.

ᾌσωμεν τῷ Ἀναστάντι ἐκ τάφου,

καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν·

καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον,

τὸ νῖκος ἔδωκεν ἡμῖν,

καὶ τὸ μέγα ἔλεος.

Φωτίζου, φωτίζου

Εἱρμὸς τῆς ἐνάτης ὠδῆς τοῦ Πασχαλίου Κανόνος.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ·

ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.

Χόρευε νῦν, καὶ ἀγάλλου Σιών·

σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε,

ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


Τὰ παραπάνω τροπάρια ἀνήκουν στὴν Ἀκολουθία τοῦ Πασχαλίου Ὄρθρου (τὰ μεσάνυχτα τοῦ Μ. Σαββάτου πρὸς Κυριακὴ τοῦ Πάσχα). Ψάλλονται μαζὶ μὲ τὸ Ἀπολυτίκιο τοῦ Πάσχα καὶ τὶς ὠδὲς τοῦ Κανόνος (πρβλ. Ἀναστάσεως ἡμέρα).

Πηγή: Πεντηκοστάριον — παραδοσιακὰ τροπάρια ποὺ ψάλλονται στὸν Ὄρθρο τοῦ Πάσχα καὶ καθ' ὅλη τὴν Διακαινήσιμον. Public domain.